Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.331 Joseph. AJ 15.336 (English) >>Joseph. AJ 15.342

15.334τοῦτο τὸ δυσδιάθετον τῆς χώρας διορθούμενος καὶ περιγράψας τὸν κύκλον τοῦ λιμένος ἐφʼ ὅσον ἦν αὔταρκες πρὸς τῇ χέρσῳ μεγάλοις στόλοις ἐνορμεῖσθαι λίθους ὑπερμεγέθεις καθίει εἰς τὸ βάθος εἰς ὀργυιὰς εἴκοσι. πεντήκοντα ποδῶν ἦσαν οἱ πλείους τὸ μῆκος καὶ πλάτος οὐκ ἔλαττον δεκαοκτώ, βάθος δὲ ἐννέα, τούτων δὲ οἱ μὲν μείζους οἱ δὲ ἐλάττους. 15.335 δὲ ἐνδόμησις ὅσον ἦνἐβάλλετο κατὰ τῆς θαλάσσης διακοσίους πόδας. τούτων τὸ μὲν ἥμισυ προβέβλητο κυματωγαῖς, ὡς ἀπομάχεσθαι περικλώμενον ἐκεῖ τὸν κλύδωνα· προκυμία γοῦν ἐκαλεῖτο· τὸ δὲ λοιπὸν περιεῖχεν λίθινον τεῖχος πύργοις διειλημμένον, 15.336ὧν μέγιστος Δρούσιον ὀνομάζεται, πάνυ καλόν τι χρῆμα, τὴν προσηγορίαν εἰληφὼς ἀπὸ Δρούσου τοῦ Καίσαρος προγόνου τελευτήσαντος νέου. 15.337ψαλίδες δὲ ἐμπεποίηνται συνεχεῖς καταγωγαὶ τοῖς ναυτίλοις, τὸ δὲ πρὸ αὐτῶν ἀπόβασις πλατεῖα κύκλῳ περιεστεφάνωκεν τὸν πάντα λιμένα, περίπατος τοῖς ἐθέλουσιν ἥδιστος. δʼ εἴσπλους καὶ τὸ στόμα πεποίηται πρὸς βορέαν ἀνέμων αἰθριώτατον. 15.338βάσις δὲ τοῦ περιβόλου παντὸς ἐν ἀριστερᾷ μὲν εἰσπλεόντων πύργος νενασμένος ἐπὶ πολὺ στερρῶς ἀντέχειν, κατὰ δεξιὰν δὲ δύο λίθοι μεγάλοι καὶ τοῦ κατὰ θάτερα πύργου μείζους, ὀρθοὶ καὶ συνεζευγμένοι. 15.339περίκεινται δὲ ἐν κύκλῳ τὸν λιμένα λειοτάτου λίθου κατασκευὴ συνεχεῖς οἰκήσεις κἀν τῷ μέσῳ κολωνός τις, ἐφʼ οὗ νεὼς Καίσαρος ἄποπτος τοῖς εἰσπλέουσιν ἄγαλμά τε τὸ μὲν Ῥώμης, τὸ δὲ Καίσαρος· τε πόλις αὐτὴ Καισάρεια καλεῖται καλλίστης καὶ τῆς ὕλης καὶ τῆς κατασκευῆς τετυχηκυῖα.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.331 Joseph. AJ 15.336 (English) >>Joseph. AJ 15.342

Powered by PhiloLogic